Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.180 Joseph. AJ 18.184 (English) >>Joseph. AJ 18.188

18.182ἐπεὶ γὰρ μανθάνει τὰ ἐπὶ τῷ Τιβερίῳ συντεθειμένα, γράφει πρὸς αὐτὸν τὰ πάντα ἀκριβῶς καὶ Πάλλαντι ἐπιδοῦσα τὰ γράμματα τῷ πιστοτάτῳ τῶν δούλων αὐτῆς ἐκπέμπει πρὸς Τιβέριον εἰς τὰς Καπρέας. δὲ μαθὼν τόν τε Σηιᾶνον κτείνει καὶ τοὺς συνεπιβούλους, τήν τε Ἀντωνίαν καὶ πρὶν ἀξιολόγως ἄγων τιμιωτέραν τε ὑπελάμβανεν κἀπὶ τοῖς πᾶσι πιθανήν. 18.183ὑπὸ δὴ ταύτης τῆς Ἀντωνίας Τιβέριος παρακαλούμενος ἐξετάσαι τὸν Εὔτυχον, “ἀλλʼ εἰ μὲν καταψεύσειε, φησὶν Τιβέριος, ἔτι δὲ Ἀγρίππου τὰ εἰρημένα Εὔτυχος, ἀρκοῦσαν κομίζεται παρʼ αὐτοῦ τιμωρίαν, ἣν ἐπιτετίμηκα αὐτός· εἰ δὲ βασανιζομένου ἀληθῆ φανείη τὰ εἰρημένα, μήπου κολάζειν ποθῶν τὸν ἀπελεύθερον ἐπʼ αὐτὸν μᾶλλον καλοίη τὴν δίκην”. 18.184καὶ Ἀγρίππας ταῦτα φαμένης πρὸς αὐτὸν Ἀντωνίας πολλῷ μᾶλλον ἐπέκειτο ἀξιῶν ἐξέτασιν γενέσθαι τοῦ πράγματος, καὶ Ἀντωνία, οὐ γὰρ ἀνίει πολὺς ὢν Ἀγρίππας ἐπὶ τοῖσδε δεῖσθαι, καιρὸν παραλαβοῦσα τοιοῦτον· 18.185αἰωρεῖτο μὲν Τιβέριος ἐπὶ φορείου κείμενος, προϊόντων Γαΐου τε τοῦ ἐκείνης υἱωνοῦ καὶ Ἀγρίππα, ἀπʼ ἀρίστου δʼ ἦσαν, παραπεριπατοῦσα τῷ φορείῳ παρεκάλει καλεῖσθαί τε τὸν Εὔτυχον καὶ ἐξετάζεσθαι. 18.186 δέἀλλʼ ἴστων μὲν Ἀντωνία, εἶπεν, οἱ θεοί, ὅτι μὴ τῇ ἐμαυτοῦ γνώμῃ ἀνάγκῃ δὲ τῆς σῆς παρακλήσεως ἐξαγόμενος πράξω τὰ πραξόμενα.” ταῦτα εἰπὼν κελεύει Μάκρωνα, ὃς Σηιανοῦ διάδοχος ἦν, τὸν Εὔτυχον ἀγαγεῖν. καὶ μὲν οὐδὲν εἰς ἀναβολὰς παρῆν. Τιβέριος δʼ αὐτὸν ἤρετο, τί καὶ ἔχοι λέγειν κατʼ ἀνδρὸς ἐλευθερίαν αὐτῷ παρεσχηκότος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.180 Joseph. AJ 18.184 (English) >>Joseph. AJ 18.188

Powered by PhiloLogic